Hebrews 10:25 in Greek 25 μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.
Other Translations King James Version (KJV) Not forsaking the assembling of ourselves together, as the manner of some is; but exhorting one another: and so much the more, as ye see the day approaching.
American Standard Version (ASV) not forsaking our own assembling together, as the custom of some is, but exhorting `one another'; and so much the more, as ye see the day drawing nigh.
Bible in Basic English (BBE) Not giving up our meetings, as is the way of some, but keeping one another strong in faith; and all the more because you see the day coming near.
Darby English Bible (DBY) not forsaking the assembling of ourselves together, as the custom [is] with some; but encouraging [one another], and by so much the more as ye see the day drawing near.
World English Bible (WEB) not forsaking our own assembling together, as the custom of some is, but exhorting one another; and so much the more, as you see the Day approaching.
Young's Literal Translation (YLT) not forsaking the assembling of ourselves together, as a custom of certain `is', but exhorting, and so much the more as ye see the day coming nigh.
Cross Reference Matthew 18:20 in Greek 20 οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
Matthew 24:33 in Greek 33 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ⸂πάντα ταῦτα⸃, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
Mark 13:29 in Greek 29 οὕτως καὶ ὑμεῖς, ὅταν ⸂ἴδητε ταῦτα⸃ γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
John 20:19 in Greek 19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ ⸀μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ ⸀μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν.
Acts 1:13 in Greek 13 καὶ ὅτε εἰσῆλθον, ⸂εἰς τὸ ὑπερῷον ἀνέβησαν⸃ οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ ⸂Ἰωάννης καὶ Ἰάκωβος⸃ καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου.
Acts 2:1 in Greek 1 Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ⸂πάντες ὁμοῦ⸃ ἐπὶ τὸ αὐτό,
Acts 2:42 in Greek 42 ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ ⸀κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
Acts 16:16 in Greek 16 Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς ⸀τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα ⸀πύθωνα ⸀ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη·
Acts 20:7 in Greek 7 Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ⸀ἡμῶν κλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου.
Romans 12:8 in Greek 8 εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει, ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι.
Romans 13:11 in Greek 11 Καὶ τοῦτο εἰδότες τὸν καιρόν, ὅτι ὥρα ⸂ἤδη ὑμᾶς⸃ ἐξ ὕπνου ἐγερθῆναι, νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν.
1 Corinthians 3:13 in Greek 13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ ⸀αὐτὸ δοκιμάσει.
1 Corinthians 5:4 in Greek 4 ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν ⸀Ἰησοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν ⸁Ἰησοῦ,
1 Corinthians 11:17 in Greek 17 Τοῦτο δὲ ⸂παραγγέλλων οὐκ ἐπαινῶ⸃ ὅτι οὐκ εἰς τὸ κρεῖσσον ἀλλὰ εἰς τὸ ἧσσον συνέρχεσθε.
1 Corinthians 11:20 in Greek 20 συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν,
1 Corinthians 14:3 in Greek 3 ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.
1 Corinthians 14:23 in Greek 23 ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες ⸂λαλῶσιν γλώσσαις⸃, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε;
Philippians 4:5 in Greek 5 τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ὁ κύριος ἐγγύς·
1 Thessalonians 4:18 in Greek 18 ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.
1 Thessalonians 5:11 in Greek 11 διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
Hebrews 3:13 in Greek 13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ Σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ⸂τις ἐξ ὑμῶν⸃ ἀπάτῃ τῆς ἁμαρτίας·
Hebrews 10:24 in Greek 24 καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων,
James 5:8 in Greek 8 μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν.
1 Peter 4:7 in Greek 7 Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε ⸀εἰς προσευχάς·
2 Peter 3:9 in Greek 9 οὐ βραδύνει ⸀κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδύτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ⸀ὑμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι.
2 Peter 3:11 in Greek 11 Τούτων ⸀οὕτως πάντων λυομένων ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις,
2 Peter 3:14 in Greek 14 Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ,
Jude 1:19 in Greek 19 οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες.