1 Timothy 4:3 in Greek 3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
Other Translations King James Version (KJV) Forbidding to marry, and commanding to abstain from meats, which God hath created to be received with thanksgiving of them which believe and know the truth.
American Standard Version (ASV) forbidding to marry, `and commanding' to abstain from meats, which God created to be received with thanksgiving by them that believe and know the truth.
Bible in Basic English (BBE) Who keep men from being married and from taking food which God made to be taken with praise by those who have faith and true knowledge.
Darby English Bible (DBY) forbidding to marry, [bidding] to abstain from meats, which God has created for receiving with thanksgiving for them who are faithful and know the truth.
World English Bible (WEB) forbidding marriage and commanding to abstain from foods which God created to be received with thanksgiving by those who believe and know the truth.
Young's Literal Translation (YLT) forbidding to marry -- to abstain from meats that God created to be received with thanksgiving by those believing and acknowledging the truth,
Cross Reference Matthew 14:19 in Greek 19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ ⸂τοῦ χόρτου⸃, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
Matthew 15:36 in Greek 36 ⸀ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας ⸀καὶ εὐχαριστήσας ἔκλασεν καὶ ⸀ἐδίδου τοῖς ⸀μαθηταῖς οἱ δὲ μαθηταὶ ⸂τοῖς ὄχλοις⸃.
Luke 24:30 in Greek 30 καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς·
John 6:23 in Greek 23 ⸀ἀλλὰ ἦλθεν ⸀πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ κυρίου.
John 8:31 in Greek 31 Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε,
Acts 10:13 in Greek 13 καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
Acts 27:35 in Greek 35 ⸀εἴπας δὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησεν τῷ θεῷ ἐνώπιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν.
Romans 14:3 in Greek 3 ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, ⸂ὁ δὲ⸃ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο.
Romans 14:6 in Greek 6 ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ ⸀φρονεῖ. καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ θεῷ.
Romans 14:17 in Greek 17 οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ·
1 Corinthians 6:13 in Greek 13 τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι·
1 Corinthians 7:28 in Greek 28 ἐὰν δὲ καὶ ⸀γαμήσῃς, οὐχ ἥμαρτες. καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν. θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι.
1 Corinthians 7:36 in Greek 36 Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν.
1 Corinthians 8:8 in Greek 8 βρῶμα δὲ ἡμᾶς οὐ ⸀παραστήσει τῷ θεῷ· οὔτε ⸂γὰρ ἐὰν φάγωμεν, περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα⸃.
1 Corinthians 10:30 in Greek 30 εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;
Colossians 2:16 in Greek 16 Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ⸀ἢ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων,
Colossians 2:20 in Greek 20 Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε·
Colossians 3:17 in Greek 17 καὶ πᾶν ⸂ὅ τι⸃ ⸀ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ ⸀θεῷ πατρὶ δι’ αὐτοῦ.
2 Thessalonians 2:13 in Greek 13 Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι εἵλατο ὑμᾶς ὁ θεὸς ⸀ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας,
1 Timothy 2:4 in Greek 4 ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
1 Timothy 4:4 in Greek 4 ὅτι πᾶν κτίσμα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον,
Hebrews 13:4 in Greek 4 τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος, πόρνους ⸀γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ θεός.
Hebrews 13:9 in Greek 9 διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ ⸀περιπατοῦντες.